Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.47 Joseph. AJ 17.52 (English) >>Joseph. AJ 17.57

17.50Ἡρώδης δὲ Φερώρᾳ μὲν ὑπερεβάλλετο τὴν ἐπὶ τούτοις ὀργὴν καίπερ ἀνήδονον τιμωρίαν εἰσπεπραγμένος, Ἀντιπάτρῳ δὲ ἀπεῖπε καὶ μητρὶ τῇ ἐκείνου Φερώρᾳ τε μὴ ὁμιλεῖν καὶ τῶν γυναικῶν φυλάσσεσθαι τὸ εἰς ταὐτὸν συνεσόμενον. 17.51οἱ δʼ ὡμολόγουν μέν, συνῄεσαν δὲ καιρὸς καὶ συνεκώμαζον Φερώρας καὶ Ἀντίπατρος. ἐφοίτα δὲ λόγος ὁμιλεῖν καὶ Ἀντιπάτρῳ τὴν Φερώρου γυναῖκα συμπρασσούσης αὐτοῖς τὰ εἰς τὴν σύνοδον τῆς Ἀντιπάτρου μητρός. 17.52

Ὑφορώμενος δὲ τὸν πατέρα καὶ δεδιώς, μὴ εἰς πλεῖον προχωροίη τὰ τοῦ μίσους ἐπʼ αὐτῷ, γράφει πρὸς τοὺς ἐν Ῥώμῃ φίλους κελεύων ἐπιστέλλειν Ἡρώδῃ πέμπειν τάχος Ἀντίπατρον ὡς Καίσαρα. 17.53οὗ γενομένου ἔπεμπεν Ἡρώδης Ἀντίπατρον δῶρα συμπέμψας ἀξιολογώτατα καὶ διαθήκην, ἐν μετʼ αὐτὸν Ἀντίπατρον ἀπεδείκνυε βασιλέα, φθάντος τελευτῆσαι Ἡρώδην τὸν ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρὸς υἱὸν αὐτῷ γεγενημένον. 17.54συνεξορμᾷ δʼ Ἀντιπάτρῳ καὶ Σύλλαιος Ἄραψ μηδὲν ὧν προσέταξε Καῖσαρ διαπεπραγμένος, καὶ Ἀντίπατρος αὐτοῦ κατηγορεῖ ἐπὶ Καίσαρος περὶ ὧν πρότερον Νικόλαος. κατηγορεῖτο δὲ καὶ ὑπὸ Ἀρέτα Σύλλαιος, ὡς πολλοὺς ἀπεκτονὼς τῶν ἐν Πέτρᾳ ἀξιολόγων παρὰ γνώμην τὴν αὐτοῦ καὶ μάλιστα Σόαιμον ἄνδρα τῇ ἐς πάντα ἀρετῇ τιμᾶσθαι δικαιότατον, ἀνῃρηκέναι δὲ καὶ Φάβατον Καίσαρος δοῦλον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.47 Joseph. AJ 17.52 (English) >>Joseph. AJ 17.57

Powered by PhiloLogic